Omnibus notissimæ sunt fabulæ, quas Herodotus et Plato de Gyge rege Lydorum narrant: ille enim rem sic explicat, ut nemo Gyge innocentior fieri posse videatur, cum coactus sit Gyges primum a rege, ut uxorem nudam specularetur, deinde a regina, ut virum percuteret; hic vero, ut exemplum fiat injustitiæ, cum magico anulo fretus sua marte stuprum in reginam atque in regem mortem intulerit. Tertiam autem viam secutus est Nicolaus Damascenus:
ἦν δὲ ὁ Γύγης κάλλει τε καὶ μεγέθει διαφέρων, τά τε πολέμια γενναῖος, καὶ τῶν ἡλίκων μακρῷ τὰ πάντα ἄριστος, ἵππων τε καὶ ὅπλων χρῆσιν ἤσκει. καί τις ὑπὲρ αὐτοῦ λόγος ἐφοίτησεν πρὸς βασιλέα, οἷος εἴη κατά τε ἔργα καὶ ἰδέαν, εἴτε καὶ ὄντως ἐπαινοῦντος τοῦ λέγοντος, εἴτε καὶ ὑπὸ φθόνου, ὡς ἂν αὐτῷ κακόν τι γένοιτο. βασιλεὺς δὲ ἡσθεὶς μετεπέμψατο τὸν Γύγην, καὶ θεασάμενος ἠγάσθη τό τε εἶδος καὶ τὸ μέγεθος, ἐκέλευσέ τε μετὰ τῶν δορυφόρων εἶναι.
ὀλίγου δὲ χρόνου καὶ αὐτὸς, ὥς φασιν, ὑποτοπήσας τὸ γενναῖον τοῦ νεανίσκου, ἐκ μὲν τοῦ φανεροῦ διαφθείρειν αὐτὸν οὐκ ἐβούλετο, μηδεμιᾶς ὑπούσης αἰτίας, ἑτέρῳ μέντοι τρόπῳ, πόνους προστάττων χαλεπούς τε καὶ μεγάλους, ἐπί τε κάπρους καὶ ἄλλα θηρία στέλλων. ἄπαντα δὲ Γύγης ῥώμῃ κατειργάζετο· κἄπειτα ὑπ’ αὐτῶν τούτων μεταβαλὼν ὁ Σαδυάττης [qui enim et Sadyattes et Myrsilus nominatus esse videtur; “Candaules” enim, quo in nomine antiqua Hethæorum vox hantawatti sive kantawatti memoratur, videtur significare “rex”] ἔστεργεν αὐτὸν, θαυμάζων τὸ δραστήριον, καὶ τῆς πρόσθεν ὑποψίας λήξας γῆν αὐτῷ πολλὴν ἐνεχείρισεν. ἐν ᾧ ἄριστα ἔπραξεν ὁ Γύγης.
ἐπεὶ δὲ αὐτὸν σφόδρα ἔστεργε καὶ πάντων μάλισταπροὐτίμα, πολλοὶ δὴ διὰ φθόνον ἤχθοντό οἱ καὶ ἐμέμφοντο τῷ βασιλεῖ, ὧν καὶ Λίξος τοῦ Τυλωνίου γένους. οὗτος τὸν Σαδυάττην ᾐτιᾶτο, ὅτι τὸν Γύγην ἐχθρὸν πατέρων ὄντα μεγάλως ἀσπάζεται καὶ πάντως ἡγεμόνα ἀποδείξει. ὁ δ’ οὐ προσεῖχε τὸν νοῦν, ἀλλ’ ὑπὸ φθόνου ᾤετο ταῦτα λέγειν. ἐπεὶ δὲ πολλάκις ταῦτα λέγων ὁ Λίξος οὐκ ἔπειθε, μαίνεσθαι προσποιηθεὶς, διὰ τοῦ Σάρδεων ἄστεος φοιτῶν ἐβόα, ὅτι Σαδυάττην τὸν βασιλέα κτείνειν μέλλοι Γύγης ὁ Δασκύλου.
ἐκ τούτων γαμεῖν ἔμελλε Σαδυάττης τὴν Ἀρνώσσου θυγατέρα ὄνομα Τουδὼ τοῦ Μυσῶν [sic] βασιλέως, ὅστις πόλιν Ἀρδύνιον ἔκτισεν ἐν Θήβης πεδίῳ. ἐπεὶ δὲ καιρὸς ἦν μετιέναι τὴν γυναῖκα, ἅρμα ζεύξας καὶ Γύγην ἐπιβιβάσας ἐπ’ αὐτὸ, ἐξέπεμψε παρὰ τὸν πενθερὸν, ὡς ἂν κομίσειε τὴν νύμφην. φασὶ δὲ τέρας αὐτοῖς τοιόνδε συνενεχθῆναι· ἀετοὺς βʹ ὑπερμεγέθεις, ἡνίκ’ ἔμελλον ἐξορμᾶν, ἐφίζεσθαι ἐπὶ τὸν θάλαμον ἔνθα ἦν, τοὺς δὲ μάντες εἰπεῖν, ὅτι δυοῖν βασιλέων ἡ παῖς γυνὴ ἔσοιτο ἐν τῇ πρώτῃ νυκτί. μετ’ οὐ πολὺ δὲ Γύγης παρῆν, καὶ τοῦ πατρὸς δόντος τὴν νύμφην ἀπεκόμιζεν· ὀχούμενος δ’ ἐπὶ τοῦ ἅρματος ὁ Γύγης εἰς ἔρωτα ἐνέπεσε, καὶ καρτερεῖν οὐ δυνάμενος, ἐπειρᾶτο αὐτὴν καί τι καὶ προσεφιλοφρονεῖτο. ἡ δὲ μάλα καρτερῶς ἀναινομένη ἐξεπικραίνετό τε καὶ ἠπείλει αὐτῷ πολλὰ καὶ δεινά.
ὡς δὲ ἀφίκετο παρὰ τὸν βασιλέα, πάντ’ ἐφρασεν ὅσα ὁ Γύγης ἐποίει, καὶ ὡς μιγῆναί οἱ ἤθελεν. ὁ δὲ ὀργισθεὶς ὤμοσε τῇ ὑστεραίᾳ Γύγην κτείνειν. ταῦτα ἤκουσε θεράπαινα παροῦσα ἐν τῷ δωματίῳ, στέργουσα σφόδρα τὸν Γύγην. ἡ δὲ πάντ’ ἐκείνῳ παραχρῆμα ἤγγειλεν. ὁ δὲ νυκτὸς ἔτι οὔσης περιδραμὼν τοὺς φίλους, κοινοῦται τὸν λόγον καὶ ἀξιοῖ βοηθεῖν ὁρμῶντι κτείνειν τὸν βασιλέα. προσανεμίμνησκε δὲ καὶ τῆς Ἄρδυος ἀρᾶς, ὅτι ἐπηράσατο τοῖς Δασκύλου φονεῦσι. κρίνων δ’ οὖν ἐκ τῶν παρόντων ἀνελεῖν Σαδυάττην μᾶλλόν περ ἢ αὐτὸς ἀποθανεῖν ὑπ’ αὐτοῦ, ἐπεὶ τοὺς πιστοτάτους τῶν φίλων ηὐτρεπίσατο, ἵεται σὺν ξίφει ἐπ’ αὐτὸν, τῆς δὲ θεραπαίνης τὰς θύρας τοῦ δωματίου διοιξάσης, ἐπεισελθὼν κτείνει καθεύδοντα Σαδυάττην βασιλεύσαντα ἔτη γʹ.
Quæ cum legam ipse, vix possum quin in hac fabula multa videam, quæ Ephesiaca sive fabulam Anthiæ Habrocomique memorent: et præcipue illud ὁ Γύγης εἰς ἔρωτα ἐνέπεσε, καὶ καρτερεῖν ού δυνάμενος… Nam in Ephesiacis quis non οὐκέτι καρτερῶν ἐρᾷ [sive Ἀνθίας sive Ἁβροκόμου] σφοδρὸν ἔρωτα?